Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 61.6 | Dem. 61.9 (English) | >>Dem. 61.13 |
61.8τὰς μὲν οὖν ἐλπίδας ἔχων τοιαύτας ἐγχειρῶ τῷ λόγῳ · ἡγοῦμαι δὲ πάντας ἂν ὁμολογῆσαί μοι τοῖς τηλικούτοις μάλιστα κατεπείγειν κάλλος μὲν ἐπὶ τῆς ὄψεως , σωφροσύνην δʼ ἐπὶ τῆς ψυχῆς , ἀνδρείαν δʼ ἐπʼ ἀμφοτέρων τούτων , χάριν δʼ ἐπὶ τῶν λόγων διατελεῖν ἔχοντας . ὧν τὰ μὲν τῆς φύσεως οὕτω καλῶς ἡ τύχη σοι παραδέδωκεν ὥστε περίβλεπτον καὶ θαυμαζόμενον διατελεῖν , τὰ δʼ αὐτὸς παρὰ τὴν ἐπιμέλειαν εἰς τοῦτο προαγαγὼν ἥκεις ὥστε μηδένʼ ἄν σοι τῶν εὖ φρονούντων ἐπιτιμῆσαι .
61.9καίτοι τί χρὴ τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον ; οὐχ ὑπὸ μὲν τῶν θεῶν ἠγαπημένον φαίνεσθαι , παρὰ δὲ τοῖς ἀνθρώποις τὰ μὲν διʼ αὑτόν , τὰ δὲ διὰ τὴν τύχην θαυμάζεσθαι ; καθʼ ὅλου μὲν τοίνυν τῶν ὑπαρχόντων σοι πρὸς ἀρετὴν ἴσως ὕστερον ἁρμόσει τὰ πλείω διελθεῖν · ἃ δʼ ἑκάστου τούτων ἐγκώμιʼ εἰπεῖν ἔχω , ταῦτα δηλῶσαι πειράσομαι μετʼ ἀληθείας .
ἄρξομαι δὲ πρῶτον ἐπαινεῖν , ὅπερ πρῶτον ἰδοῦσιν ἅπασιν ἔστιν γνῶναί σου , τὸ κάλλος , καὶ τούτου τὸ χρῶμα , διʼ οὗ καὶ τὰ μέλη καὶ ὅλον τὸ σῶμα φαίνεται . ᾧ τίνʼ ἁρμόττουσαν εἰκόνʼ ἐνέγκω σκοπῶν οὐχ ὁρῶ , ἀλλὰ παρίσταταί μοι δεῖσθαι τῶν ἀναγνόντων τόνδε τὸν λόγον σὲ θεωρῆσαι καὶ ἰδεῖν , ἵνα συγγνώμης τύχω μηδὲν ὅμοιον ἔχων εἰπεῖν .
61.10
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 61.6 | Dem. 61.9 (English) | >>Dem. 61.13 |